Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.50 Hdt. 7.51 (English) >>Hdt. 7.52

ch. 51 7.51.1 λέγει Ἀρτάβανος μετὰ ταῦτα· “ βασιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην ἔνδεξαι· ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι. Κῦρος Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι. 7.51.2 τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι. γὰρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν, δικαιοτάτους συνελευθεροῦντας. 7.51.3 ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται. ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.50 Hdt. 7.51 (English) >>Hdt. 7.52

Powered by PhiloLogic